Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.324 Joseph. AJ 1.329 (English) >>Joseph. AJ 1.334

1.327καὶ οἱ μὲν ταῦτα ἐδήλουν, Ἡσαῦς δὲ περιχαρὴς γίνεται καὶ τῷ ἀδελφῷ ὑπήντα σὺν ὁπλίταις τετρακοσίοις. καὶ Ἰάκωβος πυνθανόμενος ἥκειν αὐτὸν ὑπαντησόμενον μετὰ τοσούτων ἦν περίφοβος, τῷ μέντοι θεῷ τὴν ἐλπίδα τῆς σωτηρίας ἐπέτρεπε καὶ πρόνοιαν εἶχεν ἐκ τῶν παρόντων, ὅπως αὐτὸς ἀπαθὴς σώζοι τοὺς σὺν αὑτῷ κρατήσας τῶν ἐχθρῶν εἰ θέλοιεν ἀδικεῖν. 1.328νείμας οὖν τοὺς σὺν αὑτῷ τοὺς μὲν προύπεμπε, τοὺς δὲ λειπομένους ἆσσον ἐκέλευσεν ἀκολουθεῖν, ὅπως εἰ βιασθεῖεν οἱ προπεμφθέντες ἐπιθεμένου τοῦ ἀδελφοῦ, καταφυγὴν ἔχοιεν τοὺς ἑπομένους. 1.329καὶ τοῦτον διατάξας τοὺς σὺν αὑτῷ τὸν τρόπον πέμπει τινὰς δῶρα κομίζοντας τἀδελφῷ· ὑποζύγια δὲ ἦν τὰ πεμπόμενα καὶ πλῆθος τετραπόδων ποικίλων, δὴ τίμια τοῖς ληψομένοις ἔμελλεν ἔσεσθαι παρὰ τὸ σπανίζειν αὐτῶν. 1.330ἦσαν δὲ οἱ πεμφθέντες ἐκ διαλειμμάτων, ἵνα συνεχέστερον ἐντυγχάνοντες πολλοὶ δοκῶσιν· ἀνήσειν γὰρ ὑπὸ τῶν δωρεῶν τῆς ὀργῆς, εἰ διαμένοι τεθυμωμένος· ἔτι μέντοι καὶ λόγοις χρηστοῖς ὁμιλεῖν πρὸς αὐτὸν εἴρητο τοῖς πεμπομένοις. 1.331

Ταῦτα συνθεὶς διὰ πάσης τῆς ἡμέρας νυκτὸς ἐπιγενομένης ἐκίνει τοὺς σὺν αὑτῷ· καὶ χειμάρρουν τινὰ Ἰάβακχον λεγόμενον διαβεβηκότων Ἰάκωβος ὑπολελειμμένος φαντάσματι συντυχὼν διεπάλαιεν ἐκείνου προκατάρχοντος τῆς μάχης ἐκράτει τε τοῦ φαντάσματος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.324 Joseph. AJ 1.329 (English) >>Joseph. AJ 1.334

Powered by PhiloLogic